The Epistle to the Hebrews |
Chapter 81 |
Matthew |
8 Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν εν δεξια τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, 2 τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος. 3 πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρα τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. 4 εἰ μὲν οὖν ἦν ἐπὶ γῆς οὐδ’ ἂν ἦν ἱερεύς, ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα· 5 οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα γὰρ φησιν, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· 6 νῦν δὲ διαφορωτέρας τέτυχεν λειτουργίας, ὅσῳ καὶ κρείττονος ἐστιν διαθήκης μεσίτης ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. |
7 Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. 8 μεμφόμενος γὰρ αὐτοὺς λέγει, |
|
Ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος, |
|
καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ |
|
καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, |
|
9 οὐ κατὰ τὴν διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν |
|
ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν |
|
ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, |
|
ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκη μου, |
|
κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος· |
|
10 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ |
|
μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος· |
|
διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν |
|
καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτοὺς, |
|
καὶ ἔσομαι αὐτοῖς εἰς θεὸν, |
|
καὶ αὐτοι ἔσονται μοι εἰς λαόν· |
|
11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ |
|
καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων, Γνῶθι τὸν κύριον, |
|
ὅτι πάντες εἰδήσουσιν με |
|
ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, |
|
12 ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν |
|
καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. |
|
13 ἐν τῷ λέγειν Καινὴν πεπαλαίωκεν τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. |
|