The Epistle to the Hebrews |
Chapter 11 |
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ |
|
Matthew |
1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις 2 ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ,ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας· 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, 4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. |
5 Τίνι γὰρ εἶπεν ποτε τῶν ἀγγέλων· |
|
Ὑιος μου ει συ, |
|
ἐγὼ σήμερον γεγέννηκά σε; |
|
καὶ πάλιν, |
|
Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, |
|
καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; |
|
6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, |
|
Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. |
|
7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, |
|
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα |
|
καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, |
|
8 πρὸς δὲ τὸν υἱόν, |
|
Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα [τοῦ αἰῶνος ], |
|
καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας αὐτοῦ· |
|
9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· |
|
διὰ τοῦτο ἔχρισεν σε ὁ θεὸς ὁ θεός σου |
|
ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. |
|
10 καί, |
|
Σὺ κατ’ ἀρχάς, κύριε, τὴν γὴν ἐθεμελίωσας, |
|
καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· |
|
11 αὐτοὶ ἀπολοῦνται, συ δὲ διαμένεις, |
|
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, |
|
12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, |
|
ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· |
|
σὺ δὲ ὁ αὐτὸς εἶ |
|
καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. |
|
13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, |
|
Κάθου ἐκ δεξιῶν μου, |
|
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; |
|
14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; |
|