Index of Greek Words and Phrases
- ἀλλ᾽ οὗν δίκην γέ τοι διδόασιν οἱ παραβαίνοντες τοὺς ὑπὸ τῶν θεῶν κειμένους νόμους, ἢν οὐδενὶ τρόπῳ δυνατὸν ἀνθρώπῳ διαφυγεῖν, ὥσπερ τοὺς ὑπὸ ἀνθρώπων κειμένους νόμους ἔνιοι ταραβαίνοντες διαφεύγουσι τὸ δικὴν διδόναι: 1
- Ἀλλὰ γὰρ ἥδη ὥρα ἀπιέναι, ἐμοὶ μὲν ἀποθανουμένῳ, ὑμῖν δέ βιωσομένοις. ὁπότεροι δὲ ἡμῶν ἔρχονται ἐπὶ ἄμεινον πρᾶγμα, ἄδηλον παντὶ πλὴν ἢ τῷ θεῷ.: 1
- Ἀλλὰ καὶ ὑμᾶς χρή, ὦ ἄνδρες δικασταί, εὐέλπιδας εἶναι πρὸς τὸν θάνατον, καὶ ἕν τι τοῦτο διανοεῖσθαι ἄληθες, ὅτι οὐκ ἔστιν ἀνδρὶ ἀγαθῷ κακὸν οὐδὲν οὔτε ζῶντι οὔτε τελευτήσαντι, οὐδὲ ἀμελεῖται ὑπὸ θεῶν τὰ τούτου πράγματα.: 1
- Ἐγὼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀσπάζομαι μὲν καὶ φίλω, πείσομαι δὲ τῷ Θεῷ μᾶλλον ἢ ὑμῖν, καὶ ἕωσπερ ἂν ἐμπνέω καὶ οἶός τε ὧ, οὐ μὴ παύσομαι φιλοσοφῶν, καὶ ὑμῖν παρακελευόμενός τε καὶ ἐνδεικνύμενος, ὅτῳ ἂν ἀει ἐντυγχάνω ὑμῶν λέγων οἱάπερ εἴωθα.: 1
- Ἔγωγε τοῖς καταψηφισαμένοις μου καὶ τοῖς κατηγόροις οὐ πάνυ χαλεπαίνω.: 1
- Ἔτι δ᾽ἄρα, παῖς ὢν περὶ τεσσαρεσκαιδέκατον ἔτος, διὰ τὸ φιλογράμματον ὑπὸ πάντων ἐπητούμενος, συνιόντων ἀεὶ τῶν ἀρχιερέῶν καὶ τῶν τῆς πόλεως πρώτων ὑπὲρ τοῦ παρ᾽ ἑμοῦ περὶ τῶν νομίμων ἀκριβέστερόν τι γνῶναι: 1
- ὁ τὸν ὁλον κόσμον συντάττων τε καὶ συνέχων, ἐν ᾧ πάντα τὰ καλὰ καὶ ἀγαθά ἐστι, καὶ ἀεὶ μὲν χρωμένοις ἀτριβῆ τε καὶ ὑγιᾶ καὶ ἀγήρατον παρέχων. . . . . . . . . οὖτος τὰ μέγιστα μὲν πράττων ὁρᾶται, τάδε δὲ οἰκονομῶν ἀόρατος ἡμῖν ἐστιν.: 1
- Ὑπὸ τοῦ ἔμπροσθεν λόγου σφόδρα πεπεισμένους ἡμᾶς πάλιν ἐδόκουν ἀναταράξαι καὶ εἰς ἀπιστίαν καταβαλεῖν.: 1
- ὡς οὐκ ἐνόμιζεν οὓς ἡ πόλις νομίζει θεοὺς ποίῳ ποτ᾽ ἐχρήσαντο τεκμηρίω: 1
- Γελοῖον ἄν εἴη, ἄνδρα παρασκευάζονθ᾽ ἑαυτὸν ἐν τῷ βίῳ ὅτι ἐγγυτάτω ὅντα τοῦ τεθνάναι οὕτω ζῆν, κᾄπειθ᾽ ἥκοντος αὐτῷ τούτου, ἀγανακτεῖν. . . . . . φρονήσεως δὲ ἄρα τις τῷ ὄντι ἐρῶν, καὶ λαβὼν σψόδρα τὴν αὐτὴν ταύτην ἐλπίδα, μηδαμοῦ ἄλλοθι ἐντεύξεσθαι αὐτῇ ἀξίως λόγου, ἢ ἐν ἅδου, ἀγανακτήσει τε α̉ποθνήσκων, καὶ οὐκ ἂσμενος εἶσιν αὐτόσε: 1
- Εἰγάρ τις ἀφικόμενος εἰς ἄδου, ἀπαλλαγεὶς τουτωνὶ τῶν φασκόντων δικαστῶν εἶναι εὑρήσει τοὺς ὡς ἀληθῶς δικαστάς, . . . . . ἆρα φαύλη ἂν εἴη ἡ ἀποδημία. . . . . . ἐγὼ μὲν γὰρ πολλάκις ἐθέλω τεθνάναι, εἰ ταῦτά ἐστιν ἀληθῆ.: 1
- Καὶ πρότερον τοῦ τῶν Ἰσιακῶν, κ. τ. λ.: 1
- Οὔκουν οὕτω μὲν ἔχουσα, εἰς τὸ ὁμοῖον αὐτῇ τὸ ἀειδὲς ἀπέρχεται, τὸ θεῖόν τε καὶ ἀθάνατον καὶ φρονίμον; οἶ ἀφικομένη ὑπάρχει αὐτῇ εὐδαίμονι εἶναι, πλάνης καὶ ἀγνοίας καὶ φόβων καὶ ἀγρίων ἐρὼτων καὶ τῶν ἄλλων κακῶν τῶν ἀνθρωπείων ἀπηλλαγμένη· ὥσπερ δὲ λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς τὸν λοιπὸν χρόνον μετὰ θεῶν διάγουσα.: 1
- Οὐδὲν γὰρ ἄλλο πράττων ἐγὼ περιέρχομαι ἢ πειθὼν ὑμῶν καὶ νεωτέρους καὶ πρεσβυτέρους μήτε σωμάτων ἐπιμελεῖσθαι, μήτε χρημάτων πρότερον μήτε ἄλλου τινὸς οὕτω σφόδρα ὡς τῆς ψυχῆς ὅπως ως̔ ἀρίστη ἔσται: 1
- λέγω ὅτι καὶ τυγχάνει μέγιστον ἀγαθὸν ὂν ἀνθρώπῳ τοῦτο, ἐκάστης ἡμέρας περὶ ἀρετῆς τοὺς λόγους ποιεῖσθαι, καὶ τῶν ἄλλων περὶ ὦν ὑμεῖς ἐμοῦ ἠκούετε διαλεγομένου, καὶ ἐμαυτὸν καὶ ἄλλους ἐξετάζοντος, ὁ δὲ ἀνεξέταστος βίος, οὐ βιωτὸς ἀνθρώπῳ: 1
- οὐ γὰρ ἀνθρωπίνῳ ἔοικε τὸ ἐμὲ τῶν μὲν ἐμαυτοῦ ἁπάντων ἠμεληκέναι, καὶ ἀνέχεσθαι τῶν οἰκείων ἀμελουμένων τοσαῦτα ἤδη ἔην, τὸ δὲ ὑμέτερον πράττειν ἀεί, ἰδίᾳ ἐκαστῳ προσιόντα ὥσπερ πατέρα ἢ ἀδελφὸν πρεσβύτερον, πείθοντα ἐπιμελεῖσθαι ἀρετῆς. καὶ εἰ μέντοι τι ἀπὸ τούτων ἀπέλαυον, καὶ μισθὲν λαμβάνων, ταῦτα παρεκελευόμην, εἶχεν ἄν τινα λόγον . . . . . ἱκανὸν γὰρ οἷμαι, ἐγὼ παρέχομαι τὸν μάρτυρα ὡς ἀληθῆ λέγω, τὴν πενίαν: 1
- οὔτε νύν μοι μεταμέλει οὕτως ἀπολογησαμένῳ, ἀλλὰ πολὺ μᾶλλον αἱροῦμαι ὧδε ἀπολογησάμενος τεθνάναι ἢ ἐκείνως ζῆω . . . . . τοῦτ᾽ ἦ χαλεπόν, ὦ ἄνδρες Ἀθηναῖοι, θάνατον, ἐκφύγειν ἀλλὰ πολὺ χαλεπώτερ ν, πονηρίαν.: 1
- ὑμεῖς μὲν ὅντες πολῖτά μου, οὐχ οἷοί τ᾽ ἐγένεσθε ἐνεγκεῖν τὰς ἐμὰς διατριβὰς καὶ τοὺς λόγους, ἀλλ᾽ ὑῖμν βαρύτεραι γεγόνασι καὶ ἐπιφθονώτεραι ὥστε ζητεὶτε αὐτῶν νυνὶ ἀπαλλανῆναι.: 1
VIEWNAME is
workSection