BackContentsNext

III

 

B

1 Καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιάμ, καὶ ἤγαγεν1 τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἦλθεν εἰς τὸ ὄρος Χωρήβ. 2 ὤφθη δὲ αὐτῷ2 ἄγγελος Κυρίου ἐν3 πυρὶ φλογὸς ἐκ τοῦ βάτου· καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο. 3 εἶπεν δὲ Μωυσῆς Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι4 οὐ κατακαίεται ὁ βάτος. 4 ὡς δὲ ἶδεν5 Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν6 Κύριος ἐκ τοῦ βάτου λέγων Μωυσῆ Μωυσῆ. ὁ δὲ εἶπεν Τί ἐστιν; 5 7 δὲ εἶπεν Μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος, ἐν ᾧ σὺ8 ἕστηκας γῆ ἁγία ἐστίν. 6 καὶ9 εἶπεν Ἐγώ εἰμι ὁ θεὸς τοῦ πατρός σου, θεὸς10 Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ. ἀπέστρεψεν δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ. 7 εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν Ἰδὼν ἶδον11 τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, 8 καὶ κατέβην ἐξελέσθαι12 αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ13 εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμορραίων καὶ

108

Φερεζαίων καὶ14 Γεργεσαίων καὶ Εὑαίων καὶ Ἰεβουσαίων.   9 καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν Ἰσραὴλ ἥκει πρὸς μέ15, κἀγὼ16 ἑώρακα τὸν θλιμμὸν ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς.   10 καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.       11 Καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν Τίς εἰμι, ἐγὼ17 18 ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου;    12 εἶπεν δὲ ὁ19 θεὸς Μωυσεῖ λέγων Ὅτι ἔσομαι μετὰ σοῦ· καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἐγώ σε ἐξαποστέλλω·20 ἐν τῷ ἐξαγαγεῖν21 σε τὸν λαόν μου22 ἐξ Αἰγύπτου, καὶ λατρεύσετε τῷ θεῷ ἐν τῷ ὄρει τούτῳ.   13 καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν Ἰδοὺ ἐγὼ ἐλεύσομαι23 πρὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐρῶ πρὸς αὐτούς Ὁ θεὸς τῶν πατέρων ἡμῶν24 ἀπέσταλκέν με πρὸς ὑμᾶς· ἐρωτήσουσίν25 με Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς;    14 καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν λέγων26 Ἐγώ εἰμι ὁ ὤν· καὶ εἶπεν Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ Ὁ ὢν ἀπέσταλκέν με πρὸς ὑμᾶς.   15 καὶ εἶπεν ὁ θεὸς πάλιν27 πρὸς Μωυσῆν28 Oὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ Κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, ἀπέσταλκέν με πρὸς ὑμᾶς· τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν29 γενεαῖς.   16 ἐλθὼν οὖν30 συνάγαγε31 τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, λέγων Ἐπισκοπῇ ἐπέσκεμμαι ὑμᾶς καὶ ὅσα συμβέβηκεν ὑμῖν ἐν Αἰγύπτῳ·    17 καὶ εἶπον32 Ἀναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμορραίων33 καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Εὑαίων καὶ Ἰεβουσαίων, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.   18 καὶ εἰσακούσονταί σου τῆς φωνῆς· καὶ εἰσελεύσῃ σὺ καὶ ἡ γερουσία Ἰσραὴλ34 πρὸς Φαραὼ35 βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς πρὸς αὐτόν Ὁ36 θεὸς τῶν Ἐβραίων προσκέκληται ἡμᾶς· πορευσώμεθα37 οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ἵνα θύσωμεν τῷ38 θεῷ ἡμῶν.   19 ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται39 ὑμᾶς Φαραὼ βασιλεὺς

109

Αἰγύπτου πορευθῆναι, ἐὰν μὴ μετὰ χειρὸς κραταιᾶς.   20 καὶ ἐκτείνας τὴν40 χεῖρα πατάξω τοὺς Αἰγυπτίους ἐν πᾶσι41 τοῖς θαυμασίοις μου οἷς ποιήσω ἐν αὐτοῖς, καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς.   21 καὶ δώσω χάριν τῷ λαῷ τούτῳ42 ἐναντίον43 τῶν Αἰγυπτίων· ὅταν δὲ ἀποτρέχητε, οὐκ ἀπελεύσεσθε κενοί·44    22 αἰτήσει45 γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ46 καὶ χρυσᾶ καὶ ἱματισμόν, καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν καὶ ἐπὶ τὰς θυγατέρας47 ὑμῶν· καὶ σκυλεύσετε48 τοὺς Αἰγυπτίους.


1 ηγαγεν] ηγεν AF

2 om αυτω F

3 εν πυρι φλογος ] εν φλογι (φλουει F) πυρος AF

4 οτι] pr τι AF

5 ειδεν F

6 om αυτον F* (hab F1mg)

7 ο δε ειπεν] και ειπεν AF

8 om συ A

9 και ειπεν] + αυτω AF

10 θεος 2º] pr ο A

11 ειδον F

12 εξελεσθαι] pr του F

13 om και εισαγαγειν αυτους AF

14 και Γεργ. και Ευ.] και Ευ. και Γεργ. AF

15 om με Fvid

16 καγω] και εγω AF

17 om εγω F

18 εγω οτι πορευ sup ras Aa

19 om ο θεος Μωυσει λεγων AF

20 εξαποστελω] αποστελλω AF

21 σε εξαγαγειν AF

22 om μου A* (hab A1?a?mg)

23 ελευσομαι AF

24 υμων A

25 ερωτησωσιν F

26 om λεγων AF

27 παλιν ο θεος F

28 Μωυσην] Μωυ sup ras AI

29 om γενεων A

30 om ουν AF

31 ναγαγε την γερ. των υιων sup ras A1?a?

32 ειπεν] ειπα A ειπον F

33 Αμ. και Φερ. και Γεργ. και Ευ.] Ευ. και Αμ. και Φερ. και Γεργ. F

34 Ισραηλ] pr των υιων F

35 om Φαραω F

36 ο θεος] pr Κυριος F

37 πορευσωμεθα B*A] πορευσομεθα BabF

38 τω θεω] pr κυριω F

39 προσησεται F

40 την χειρα] + μου F

41 πασιν A

42 τουτο] μου F

43 εναντιον] ενωπιον F

44 κενοι] καινοι A

45 αιτησει] pr αλλα F

46 αργυρι F

47 θυγατερας υμων] τερας υμων sup ras A¹

48 σκυλευσατε] συσκευασεται A συσκευασατε F

BackContentsNext


CCEL home page
This document is from the Christian Classics Ethereal Library at
Calvin College. Last modified on 08/11/06. Contact the CCEL.
Calvin seal: My heart I offer you O Lord, promptly and sincerely